ΑΛΚΜΑΝ
εὕδουσι δ' ὀρέων κορυφαί τε καὶ φάραγγες πρώονές τε καὶ χαράδραι φῦλά τ' ἑρπέτ' ὅσα τρέφει μέλαινα γαῖα θῆρές τ' ὀρεσκῶιοι καὶ γένος μελισσᾶν καὶ κνώδαλ' ἐν βένθεσσι πορφυρέας ἁλός· εὕδουσι δ' οἰωνῶν φῦλα τανυπτερύγων.
Ἦ οὐχ ὁρῆις; ὁ μὲν χέλης Ἐνητικός· ἁ δὲ χαίτα τᾶς ἐμᾶς ἀνεψιᾶς Ἁγησιχόρας ἐπανθεῖ χρυσὸς ὡς ἀκήρατος· τό τ' ἀργύριον πρόσωπον διαφάδαν τί τοι λέγω; Ἁγησιχόρα μὲν αὕτα.
PAGE, D.L. Poetae melici Graeci, Oxford, Clarendon Press, ed. corr., 1967.