ΑΛΚΑΙΟΣ
πώνωμεν· τί τὰ λύχϜ' ὀμμένομεν; δάκτυλος ἀμέρα. κἀδ' δἄερρε κυλίχναις μεγάλαις † αιτα † ποικίλαις· οἶνον γὰρ Σεμέλας καὶ Δίος υἷος λαθικάδεον ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο πλήαις κὰκ κεφάλας, <ἀ> ἀτέρα τὰν κύλιξ ὠθήτω.
οὐ χρὴ κάκοισι θῦμον ἐπιτρέπειν · προκόψομεν γὰρ οὖδεν ἀσάμενοι, ὦ Βύκχι, φάρμακον δ' ἄριστον οἶνον ἐνεικαμένοις μεθύσθην.
WEST, M.L. Iambi et Elegi Graeci ante Alexandri Cantati, v. II. Oxonii, 1972.