ΑΡΧΙΛΟΧΟΣ
εἰμὶ δ' ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
ἔν δορὶ μέν μοι μᾶζα μεμαγμέμη, ἐν δορὶ δ' οἶνος Ἰσμαρικός; πίνω δ' ἐν δορὶ κεκλιμένος.
(...) ἓν δ' ἐπίσταμαι μέγα, τὸν κακῶς <μ'> ἔρδοντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.
ἀσπίδι μὲν Σαι5ων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸν δ' ἐξεσάωσα· τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω·
WEST, M.L. Iambi et elegi Graeci. Oxford: Clarendon Press, 1971.