ΣΟΛΩΝ
Ἡμετέρα δὲ πόλις κατὰ μὲν Διὸς οὔ ὀλεῖται αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων· τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοτάτρη Παλλὰς Ἀθηναίη ωεῖρας ὒπερθεν ἔχει. Αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίηισιν ἀστοὶ βούλονται χρήμασι πειθόμενοι, δήμου δ' ἡγεμόνων ἄδικος νόος, οἶσιν ἑτοῖμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν· οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσας εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίηι.
ADRADOS, F.R. Líricos Griegos I / Elegiacos y Yambógrafos Arcaicos (siglos VII-V a.C.). Barcelona: Alma Mater, 1956.