ΚΑΛΛΙΝΟΣ
Μέχρις τεῦ κατάκεισθε; κότ' ἄλκιμον ἕξετε θυμόν, ὦ νέοι; οὐδ' αἰδεῖσθ' ἀμφιπερικτίονας ὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει. ........................................................................................ καί τις ἀποθνήισκων ὕστατ' ἀκοντισάτω τιμῆέν τε γὰρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχου δυσμενέσιν · θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ Μοῖραι ἐπικλώσως' · ἀλλά τις ἰθὺς ἴτω ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου.
FALCO, V. & COIMBRA, A.F. Os Elegíacos Gregos de Calino a Crates I. São Paulo, 1941.