| | navigatio
| greciantiga.org | mat | hesiodus epicus | theogonia 126-38 et 758-66 |
Hes.Th. 126-38 et 758-66 nexus
| |
 Hesiodus Epicus :: Theogonia 126-38 et 758-66
Data: c. -700.
ΘΕΟΓΟΝΙΑ
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἷσον ἑαυτῆι
Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτοι,
ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
γείνατο δ' Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
Νυμφέων, αἳ ναίουσιν ἀν' οὔρεα βησσήεντα.
ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῶι εὐνηθεῖσα τέκ' Ὠκεανὸν βαθυδίνην,
Κοῖόν τε Κρῖόν θ' Ὑπερίονά τ' Ἰαπετόν τε
Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
Φοίβην τε χρυσοστέφανον Τηθύν τ' ἐρατεινήν.
τοὺς δὲ μέθ' ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
δεινότατος παίδων· θαλερὸν δ' ἤχθηρε τοκῆα.
[Hes.Th. 126-138]
Ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί' ἔχουσιν,
Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτ' αὐτοὺς
Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
οὐρανὸν εἲς ἀνιὼν οὐδ' οὐρανόθεν καταβαίνων.
τῶν δ' ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
νηλεὲς ἐν στήθεσσιν· ἔχει δ' ὃν πρῶτα λάβηισιν
ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
[Hes.Th. 758-766]
Referência
EVELYN-WHITE, H.G. Hesiod, Homeric Hymns, Epic Cycle, Homerica. London: Harvard University Press, 1920.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |