| | navigatio
| greciantiga.org | mat | hymni homerici | ad venerem 1-18 et ad aesculapium |
h.Ven. 1-18 et h.Aesc. nexus
| |
 Hymni Homerici :: ad Venerem 1-18 et ad Aesculapium
Data: séc. -VII/-VI.
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ
Αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
ἄισομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν
εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἀφρῶι ἐνι μαλακῶι· τὴν δὲ χρυσάμπυκες Ὧραι
δέξαντ' ἀσπασίως, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν·
κρατὶ δ' ἐπ' ἀθανάτωι στεφάνην εὔτυκτον ἔθηκαν
καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
ἄνθεμ' ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
δειρῆι δ' ἀμφ' ἁπαλῆι καὶ στήθεσιν ἀργυφέοισιν
ὁρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ' ἴοιεν
ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροὶ κόσμον ἔθηκαν,
ἦγον ἐς ἀθανάτους· οἳ δ' ἠσπάζοντο ἰδόντες
χερσί τ' ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ' ἄγεσθαι,
εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
[h.Ven. 1-18]
ΕΙΣ ΑΣΚΛΗΠΙΟΝ
Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ' ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίωι ἐν πεδίωι, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ' ἀνθρώποισι, κακῶν θελκτῆρ' ὀδυνάων.
Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σ' ἀοιδῆι.
[h.Aesc.]
Referência
HUMBERT, J. Homère. Hymnes. Paris: Les Belles Lettres, 1936.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |