ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ
χρύσεον μὲν
πρώτιστα γένος
μερόπων ἀνθρώπων
110
ἀθάνατοι
ποίησαν Ὀλύμπια
δώματ᾽ ἔχοντες.
οἳ μὲν ἐπὶ Κρόνου
ἦσαν, ὅτ᾽ οὐρανῷ
ἐμβασίλευεν:
ὥσ τε θεοὶ δ᾽
ἔζωον ἀκηδέα
θυμὸν ἔχοντες
νόσφιν ἄτερ τε
πόνων καὶ ὀιζύος:
οὐδέ τι δειλὸν
γῆρας ἐπῆν, αἰεὶ δὲ
πόδας καὶ
χεῖρας ὁμοῖοι
115
τέρποντ᾽ ἐν
θαλίῃσι κακῶν
ἔκτοσθεν
ἁπάντων:
θνῇσκον δ᾽ ὥσθ᾽
ὕπνῳ δεδμημένοι:
ἐσθλὰ δὲ πάντα
τοῖσιν ἔην:
καρπὸν δ᾽ ἔφερε
ζείδωρος
ἄρουρα
αὐτομάτη
πολλόν τε καὶ
ἄφθονον: οἳ δ᾽
ἐθελημοὶ
ἥσυχοι ἔργ᾽
ἐνέμοντο σὺν
ἐσθλοῖσιν
πολέεσσιν.
[Hes.Op. 109-19]
EVELYN-WHITE, H.G. Hesiod. The Homeric Hymns and Homerica. Cambridge and London: Harvard University Press and William Heinemann, 1914.