Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | aristophanes comicus | plutus 653-741 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
Ar.Pl. 653-741
nexus
 
Aristophanes Comicus :: Plutus 653-741
 
Data: -388. Texto em versos, baseado na edição de Hall e Geldart, 1907.
t

PLUTUS


ΚΑΡΙΩΝ
ὡς γὰρ τάχιστ᾽ ἀφικόμεθα πρὸς τὸν θεὸν
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
655
νῦν δ᾽ εἴ τιν᾽ ἄλλον μακάριον κεὐδαίμονα,
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
ἔπειτ᾽ ἐλοῦμεν.
ΓΥΝΗ
νὴ Δί᾽ εὐδαίμων ἄρ᾽ ἦν
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Κα. ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
660
ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν:
ἡμῶν δ᾽ ἕκαστος στιβάδα παρεκαττύετο.
Γυ. ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Κα.
665
εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν:
ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
670
ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
(...)
μετὰ ταῦτ᾽ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δ᾽ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
(...)
μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730
τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ
κατεπέτας᾽ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
καὶ πᾶν τὸ πρόσωπον: εἶθ᾽ ὁ θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο δράκοντ᾽ ἐκ τοῦ νεὼ
ὑπερφυεῖς τὸ μέγεθος.
Γυ. ὦ φίλοι θεοί.
Κα.
735
τούτω δ᾽ ὑπὸ τὴν φοινικίδ᾽ ὑποδύνθ᾽ ἡσυχῇ
τὰ βλέφαρα περιέλειχον, ὥς γ᾽ ἐμοὶ δοκεῖ:
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
ὁ Πλοῦτος ὦ δέσποιν᾽ ἀνειστήκει βλέπων:
ἐγὼ δὲ τὼ χεῖρ᾽ ἀνεκρότης᾽ ὑφ᾽ ἡδονῆς
740
τὸν δεσπότην τ᾽ ἤγειρον. ὁ θεὸς δ᾽ εὐθέως
ἠφάνισεν αὑτὸν οἵ τ᾽ ὄφεις ἐς τὸν νεών.
(...)
[Ar.Pl. 653-741]

Referências

HALL, F.W. & GELDART, W.M. Aristophanes Comoediae, v. 2. Oxford: Clarendon Press, 1907.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
19.07.2006
Monografia 0568
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro