ΙΛΙΑΣ
ἀλλ᾽ οὐδ᾽ ὧς περ
σεῖο μεθήσω
τειρομένοιο.
ἦ, καὶ ὑπὸ
στέρνοιο
λαβὼν ἄγε
ποιμένα λαῶν
ἐς κλισίην:
θεράπων δὲ ἰδὼν
ὑπέχευε
βοείας.
ἔνθά μιν
ἐκτανύσας ἐκ
μηροῦ τάμνε
μαχαίρῃ
845
ὀξὺ βέλος
περιπευκές, ἀπ᾽
αὐτοῦ δ᾽ αἷμα
κελαινὸν
νίζ᾽ ὕδατι λιαρῷ,
ἐπὶ δὲ ῥίζαν βάλε
πικρὴν
χερσὶ
διατρίψας
ὀδυνήφατον, ἥ οἱ
ἁπάσας
ἔσχ᾽ ὀδύνας: τὸ μὲν
ἕλκος
ἐτέρσετο,
παύσατο δ᾽ αἷμα.
1
ὣς ὃ μὲν ἐν
κλισίῃσι
Μενοιτίου
ἄλκιμος υἱὸς
ἰᾶτ᾽ Εὐρύπυλον βεβλημένον (...)
[Il. 11.841-8 et 12.1-2]
ὣς φάτο, καὶ
Παιήον᾽ ἀνώγειν
ἰήσασθαι.
900
τῷ δ᾽ ἐπὶ Παιήων
ὀδυνήφατα
φάρμακα πάσσων
ἠκέσατ᾽: οὐ μὲν γάρ
τι καταθνητός
γ᾽ ἐτέτυκτο.
ὡς δ᾽ ὅτ᾽ ὀπὸς γάλα
λευκὸν
ἐπειγόμενος
συνέπηξεν
ὑγρὸν ἐόν, μάλα δ᾽
ὦκα
περιτρέφεται
κυκόωντι,
ὣς ἄρα
καρπαλίμως
ἰήσατο θοῦρον
Ἄρηα.
[Il. 5.899-904]
MONRO, D.B. & ALLEN, T.W. Homeri Opera, 5v. Oxford: Oxford University Press, 1920.