| | navigatio
| greciantiga.org | mat | plato philosophus | phaedrus 270c-d |
Pl.Phdr. 270c-d nexus
| |
 Plato Philosophus :: Phaedrus 270c-d
Data: -387/-367. Texto em prosa, dialeto ático, baseado em Burnet (1901).
ΦΑΙΔΡΟΣ
ΣΩΚΡΑΤΗΣ
ψυχῆς οὖν φύσιν
ἀξίως λόγου
κατανοῆσαι
οἴει δυνατὸν
εἶναι ἄνευ τῆς
τοῦ ὅλου
φύσεως;
ΦΑΙΔΡΟΣ
εἰ μὲν
Ἱπποκράτει γε
τῷ τῶν
Ἀσκληπιαδῶν
δεῖ τι
πιθέσθαι, οὐδὲ
περὶ σώματος
ἄνευ τῆς
μεθόδου
ταύτης.
| Σω. |
καλῶς γάρ, ὦ
ἑταῖρε, λέγει:
χρὴ μέντοι πρὸς τῷ
Ἱπποκράτει τὸν
λόγον
ἐξετάζοντα
σκοπεῖν εἰ
συμφωνεῖ.
|
| Φα |
φημί.
|
| Σω. |
τὸ τοίνυν περὶ
φύσεως
σκόπει τί ποτε
λέγει
Ἱπποκράτης τε
καὶ ὁ ἀληθὴς
λόγος. ἆρ᾽ οὐχ
ὧδε δεῖ
διανοεῖσθαι
[270d] περὶ ὁτουοῦν
φύσεως: πρῶτον
μέν, ἁπλοῦν ἢ
πολυειδές
ἐστιν οὗ πέρι
βουλησόμεθα
εἶναι αὐτοὶ
τεχνικοὶ καὶ
ἄλλον
δυνατοὶ
ποιεῖν, ἔπειτα
δέ, ἂν μὲν ἁπλοῦν ᾖ,
σκοπεῖν τὴν
δύναμιν αὐτοῦ,
τίνα πρὸς τί
πέφυκεν εἰς τὸ
δρᾶν ἔχον ἢ τίνα
εἰς τὸ παθεῖν ὑπὸ
τοῦ, ἐὰν δὲ πλείω
εἴδη ἔχῃ, ταῦτα
ἀριθμησάμενον,
ὅπερ ἐφ᾽ ἑνός, τοῦτ᾽
ἰδεῖν ἐφ᾽ ἑκάστου,
τῷ τί ποιεῖν αὐτὸ
πέφυκεν ἢ τῷ τί
παθεῖν ὑπὸ τοῦ;
|
[Pl.Phdr. 270c-d]
Referências
BURNET, J. Phaedrus. In: _______, Platonis Opera, v. 2. Oxford: Clarendon Press, 1901.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |