Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | hippocrates medicus | de natura hominis 2 et 4 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
Hp.Nat.hom. 2 et 4
nexus
 
Hippocrates Medicus :: De natura hominis 2 et 4
 
Data: c. -400.
t

ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ

2. Ἐγὼ δὲ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ' ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ' ὅτου ἀλγήσειεν ἓν ἐών· εἰ δ' οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι· νυνὶ δὲ πολλά· πολλὰ γάρ ἐστιν ἐν τῶι σώματι ἐνεόντα, ἃ, ὁκόταν ὑπ' ἀλλήλων παρὰ φύσιν θεγμαίνηταί τε καὶ ψύχηται, καὶ ξηραίνηταί τε καὶ ὑγραίνηται, νούσους τίκτει· ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νουσημάτων, πολλὴ δὲ καὶ ἴησις αὐτέων ἐστίν. (...)

4. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῶι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτ' ἐστὶν αὐτέωι ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει. υγιαίνει μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχηι ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ἦι· ἀλγέει δὲ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ἦι ἢ χωρισθῆι ἐν τῶι σώματι καὶ μὴ κεκρημένον ἦι τοῖσι ξύμπασιν. Ἀνάγκη γάρ, ὁκόταν τι τουτέων χωγισθῆι καὶ ἐφ' ἑωυτοῦ στῆι, οὐ μόνον τοῦτο τὸ χωγίον, ἔνθεν ἐξέσθη, ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν ἐπιχυθῆι, ὑπερπιμπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν. Καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῆι πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις. Ἤν τ' αὖ πάλιν ποιήσηται ἔσω τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τήν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέωι ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν.

[Hp.Nat.Hom. 2 et 4]
Referência

JONES, W.H.S. Hippocrates, v. 4. London: Harvard University Press, 1931.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
17.04.2000
Monografia 0277
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro