Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | hippocrates medicus | de medico 1 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
Hp.Medic. 1
nexus
 
Hippocrates Medicus :: De medico 1
 
Data: -450/-375.
t

ΠΕΡΙ ΙΗΤΡΟΥ

1. Ἰητροῦ μὲν εἶναι προστασίην ὁρῆν ὡς εὔχρως τε καὶ εὔσαρκος πρὸς τὴν ὑπάρχουσαν αὐτῶι φύσιν· ἀξιοῦνται γὰρ ὑπὸ τῶν πολλῶν οἱ μὴ εὖ διακείμενοι τὸ σῶμα οὕτως ὡς οὐδ ἄν ἐτέρων ἐπιμεληθῆναι καλῶς. ἔπειτα τὰ περὶ αὐτὸν καθαρείως ἐχειν ἐσθῆτι χρηστηῖ καὶ χρίσμασιν εὐόδμοις ὀδμὴν ἔχουσιν ἀνυπόπτως· πρὸς ἇπαντα τοῦτο γὰρ ἡδέως ἐχειν ξυμβαίνει τοὺς νοσέοντας. δεῖ δὲ τοῦτο σκοπέειν. τὰ δὲ περὶ τὴν ψυχὴν σώφρονα, μὴ μόνον τὸ σιγᾶν, ἀλλά καὶ περὶ τὸν βίον πάνυ εὖτακτον· μέγιστα γὰρ ἔχει πρὸς δόξαν ἀγαθά. τὸ δὲ ἦθος εἶναι καλὸν καὶ ἀγαθόν, τοιοῦτον δ' ὄντα πᾶσι καὶ σεμνὸν καὶ φιλάνθρωπον· τὸ γὰρ προπετὲς καὶ τὸ πρόχειρον καταφρονεῖται, κἤν πάνυ χρήσιμον ἦι. (...) σχήμασι δὲ ἀπὸ μὲν προσώπου σύννουν μὴ πικρῶς· αὐθάδης γαρ δοκέει εἶναι καὶ μισάνθρωπος· ὁ δὲ εἰς γέλωτα ἀνιέμενος καὶ λίην ἱλαρὸς φορτικὸς ὑπολαμ βάνεται, φυλακτέον δὲ τὸ τοιοῦτον οὐχ ἦκιστα. δίκαιον δὲ πρὸς πᾶσαν ὁμιλίην εἶναι· χρὴ γὰρ πολλὰ ἐπικουρέειν δικαιοσύνην, πρὸς δὲ ἰητρὸν οὐ μικρὰ συναλλάγματα τοῖσι νοσοῦσίν ἐστιν· καὶ γὰρ αὑτοὺς ὑποχειρίους ποιέουσι τοῖς ἰητροῖς, καὶ πᾶσαν ὥρην ἐντυγχάνουσι γυναιξί, παρθένοις καὶ τοῖς ἀξίοις πλείστον κτήμασιν· ἐγκρατέως οὖν δεῖ πρὸς ἅπαντα ἔχειν ταῦτα. τὴν μὲν οὖν ψυχὴν καὶ τὸ σῶμα οὕτω διακεῖσθαι.

[Hp.Medic. 1]
Referência

JONES, W.H.S. Hippocrates, v. 2. London: Harvard University Press, 1923.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
11.04.2000
Monografia 0274
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro