literatura260 palavras

Euripides Tragicus / Cyclops 630-664

E. Cyc. 630-664 -455 / -406
tradução / grego antigo

Texto grego no dialeto ático, conforme edição de Diggle (1984). O metro das partes faladas é o trímetros iâmbico.

ΟΔΥΣΣΕΥΣ 630   ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν   ἔσω μολόντες· διάπυρος δ' ἐστὶν καλῶς. ΧΟΡΟΣ   οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼν   καυτὸν μοχλὸν λαβόντας ἐκκαίειν τὸ φῶς   Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα; 635 Χο.α ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν   ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ. Χο.β ἡμεῖς δὲ χωλοί γ' ἀρτίως γεγενήμεθα. Χο.α ταὐτὸν πεπόνθατ' ἆρ' ἐμοί· τοὺς γὰρ πόδας   ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ' ἐξ ὅτου. 640 Οδ. ἑστῶτες ἐσπάσθητε; Χο.α         καὶ τά γ' ὄμματα   μέστ' ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν. Οδ. ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι. Χο. ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ' οἰκτίρομεν   καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι 645   τυπτόμενος, αὕτη γίγνεται πονηρία;   ἀλλ' οἶδ' ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ,   ὥστ' αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον   στείχονθ' ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς. Οδ. πάλαι μὲν ἤιδη σ' ὄντα τοιοῦτον φύσει, 650   νῦν δ' οἶδ' ἄμεινον. τοῖσι δ' οἰκείοις φίλοις   χρῆσθαί μ' ἀνάγκη. χειρὶ δ' εἰ μηδὲν σθένεις, ἀλλ' οὖν ἐπεγκέλευέ γ', ὡς εὐψυχίαν   φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα. Χο. δράσω τάδ'· ἐν τῶι Καρὶ κινδυνεύσομεν. 655   κελευσμάτων δ' ἕκατι τυφέσθω Κύκλωψ.
  ἰὼ ἰώ· γενναιότατ' ὠ-         θεῖτε σπεύδετ', ἐκκαίετε τὰν ὀφρὺν   θηρὸς τοῦ ξενοδαίτα.   τύφετ' ὦ, καίετ' ὦ 660   τὸν Αἴτνας μηλονόμον.   τόρνευ' ἕλκε, μή σ' ἐξοδυνηθεὶς   δράσηι τι μάταιον.
Κυ. ὤμοι, κατηνθρακώμεθ' ὀφθαλμοῦ σέλας. Χο. καλός γ' ὁ παιάν· μέλπε μοι τόνδ' αὖ, Κύκλωψ.