logo
\ 150 palavras

Timocles Comicus / Fr. 6

Timocl. Fr. 6c. -340/-317
ptver
tradução

O texto grego, baseado em Ateneu (= Ath. 6.2 Kaibel), é o da edição de Kock (1884).

F 6
ὦ 'τάν, ἄκουσον ἤν τί σοι δοκῶ λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ' ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν φροντίδων ἀνεύρετο 5 ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει, μεθ' ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει, ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης 10 πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν τι μανικὸν Ἀλκμέων' ἐσκέψατο. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν. 15 χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον' ἢ πέπονθέ τις ἀτυχήματ' ἄλλοις γεγονότ' ἐννοούμενος τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει.