Euripides Tragicus / Alcestis 509-50

E. Alc. 509-50 -438
tradução / grego antigo

O diálogo entre Admeto e Héracles tem formato esticomítico, i.e., cada personagem declama um verso, configurando uma 'disputa argumentativa' (gr. ἀγών). Dialeto ático, edição de Diggle (1984).

ΗΕΡΑΚΛΗΣ  χαῖρ', ὦ Διὸς παῖ Περσέως τ' ἀφ' αἵματος. ΑΔΜΗΤΟΣ 510  Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. Αδ.θέλοιμ' ἄν· εὔνουν δ' ὄντα σ' ἐξεπίσταμαι. Ηρ.τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις; Αδ.θάπτειν τιν' ἐν τῆιδ' ἡμέραι μέλλω νεκρόν. Ηρ.ἀπ' οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός. 515 Αδ.ζῶσιν κατ' οἴκους παῖδες οὓς ἔφυσ' ἐγώ. Ηρ.πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται. Αδ.κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ', Ἡράκλεις. Ηρ.οὐ μὴν γυνή γ' ὄλωλεν Ἄλκηστις σέθεν; Αδ.διπλοῦς ἐπ' αὐτῆι μῦθος ἔστι μοι λέγειν. 520 Ηρ.πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; Αδ.ἔστιν τε κοὐκέτ' ἔστιν, ἀλγύνει δέ με. Ηρ.οὐδέν τι μᾶλλον οἶδ'· ἄσημα γὰρ λέγεις. Αδ.οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών; Ηρ.οἶδ', ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην. 525 Αδ.πῶς οὖν ἔτ' ἔστιν, εἴπερ ἤινεσεν τάδε; Ηρ.ἆ, μὴ πρόκλαι' ἄκοιτιν, ἐς τότ' ἀμβαλοῦ. Αδ.τέθνηχ' ὁ μέλλων κἀνθάδ' ὢν οὐκ ἔστ' ἔτι. Ηρ.χωρὶς τό τ' εἶναι καὶ τὸ μὴ νομίζεται. Αδ.σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ' ἐγώ. 530 Ηρ.τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; Αδ.γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα. Ηρ.ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις; Αδ.ὀθνεῖος, ἄλλως δ' ἦν ἀναγκαία δόμοις. Ηρ.πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον; 535 Αδ.πατρὸς θανόντος ἐνθάδ' ὠρφανεύετο. Ηρ.φεῦ. 536  εἴθ' ηὕρομέν σ', Ἄδμητε, μὴ λυπούμενον. Αδ.ὡς δὴ τί δράσων τόνδ' ὑπορράπτεις λόγον; Ηρ.ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι. Αδ.οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ' ἔλθοι κακόν. 540 Ηρ.λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος. Αδ.τεθνᾶσιν οἱ θανόντες· ἀλλ' ἴθ' ἐς δόμους. Ηρ.αἰσχρόν 〈γε〉 παρὰ κλαίουσι θοινᾶσθαι ξένους. Αδ.χωρὶς ξενῶνές εἰσιν οἷ σ' ἐσάξομεν. Ηρ.μέθες με καί σοι μυρίαν ἕξω χάριν. 545 Αδ.οὐκ ἔστιν ἄλλου σ' ἀνδρὸς ἑστίαν μολεῖν.  ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους  ξενῶνας οἴξας τοῖς τ' ἐφεστῶσιν φράσον  σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλήισατε  θύρας μεταύλους· οὐ πρέπει θοινωμένους 550  κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.