Acusilaus Historicus / Fragmenta selecta

Acus.c. -520/-450
tradução / grego antigo

Os textos selecionados, em prosa, seguem a edição de Jacoby (FGrH 2 F, 1957).

ΑΚΟΥΣΙΛΑΟΥ ΓΕΝΕΑΛΟΓΙΚΩΝ Α Β Γ
F 6b
Ἀκουσίλαος δὲ Χάος μοι ὑποτίθεσθαι δοκεῖ τὴν πρώτην ἀρχὴν ὡς πάντηι ἄγνωστον. τὰς δὲ δύο μετὰ τὴν μίαν· Ἔρεβος μὲν τὴν ἄρρενα, τὴν δὲ θήλειαν Νύκτα ... ἐκ δὲ τούτων φησὶ μιχθέντων Αἰθέρα γενέσθαι καὶ Ἔρωτα καὶ Μῆτιν.
F 9
τὸν 〈Ἀσκλ〉ηπιὸν δ' ὑ〈πὸ Διὸς〉 κα〈τακτα〉θῆναι γέγρ〈αφεν Ἡ〉σίοδος κα〈ὶ ...〉 ... καὶ Ἀκουσίλαος.
F 9c
ὁ Ἀκουσίλα〈ος δὲ τ〉ὸν Ἡρακλέα 〈πυρὶ τ〉ετελευτη〈κέν〉αι φησί.
F 13
Ἀ. δὲ 〈γηγενῆ〉 αὐτὸν (sc. Ἄργον τὸν πανόπτην) λέγει.
F 20.4-5
Ἀ. γὰρ Φορωνέα πρῶτον ἄνθρωπον γενέσθαι λέγει.
F 21
ὁ δὲ Ἀσωπὸς ποταμὸς ... ὡς δὲ Ἀκουσίλαος λέγει, Πηροῦς καὶ Ποσειδῶνος.
F 25a
Νιόβης (sc. τῆς Φορωνέως) δὲ καὶ Διός – ἧι πρώτηι γυναικὶ Ζεὺς θνητῆι ἐμίγη – παῖς Ἄργος ἐγένετο· ὡς δὲ Ἀκουσίλαός φησι, καὶ Πελασγός, ἀφ' οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς.
F 42
Ἀκουσίλαος Φόρκυνος καὶ Ἑκάτης τὴν Σκύλλαν λέγει.