Aeschylus Tragicus / Septem contra Thebas 1-20

Aesch. Th. 1-20 -467
tradução / grego antigo

Texto em versos no antigo dialeto ático, baseado na edição de Sommerstein (2008).

ΕΤΕΟΚΛΗΣ Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια, ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνηι πόλεως οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνωι. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ· 5 εἰ δ' αὖθ', ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν ὑμνοῖθ' ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις οἰμώγμασίν θ', ὧν Ζεὺς ἀλεξητήριος ἐπώνυμος γένοιτο Καδμείων πόλει. 10 ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ' ἔτι ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνωι, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, ὥραν τ' ἔχονθ' ἕκαστον, ὥςτε συμπρεπές, πόλει τ' ἀρήγειν καὶ θεῶν ἐγχωρίων 15 βωμοῖσι, τιμὰς μὴ 'ξαλειφθῆναί ποτε, τέκνοις τε γῆι τε μητρί, φιλτάτηι τροφῶι· ἣ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδωι, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ' οἰκητῆρας ἀσπιδηφόρους 20 πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.