Euripides / Andromacha 1088-1119

E. Andr. 1088-1119c. -425
tradução / grego antigo

Versos em dialeto ático, baseados na edição de Diggle (1984). Parte do êxodo.

ΑΓΓΕΛΟΣ  (...) ἔς τε συστάσεις  κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ. 1090  Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν  ἐς οὖς ἑκάστωι δυσμενεῖς ηὔδα λόγους·  Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ  χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,  τὸ δεύτερον παρόνθ’ ἐφ’ οἷσι καὶ πάρος 1095  δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;  κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν,  ἀρχαῖσί τ’ ἐπληροῦτο βουλευτήρια  ἰδίαι θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν  φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις.  (...) 1104  καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι 1105  θεῶι κατευξώμεσθα; τίνος ἥκεις χάριν;  ὁ δ’ εἶπε· Φοίβωι τῆς πάροιθ’ ἁμαρτίας  δίκας παρασχεῖν βουλόμεσθ’· ἤιτησα γὰρ  πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην.  κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα 1110  ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός,  ἥκων ἐπ’ αἰσχροῖς. (...) 1114  τῶι δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος 1115  δάφνηι σκιασθείς, ὧν Κλυταιμήστρας τόκος  εἶς ἦν, ἁπάντων τῶνδε μηχανορράφος.  χὠ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῶι,  οἱ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι  κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθραι.