literatura350 palavras

Euripides Tragicus / Iphigenia Taurica 1017-50

E. IT 1017-1050 -414 / -413
tradução / grego antigo

Passagem em versos do 3º Episódio, baseada na edição de Cropp (2000, p. 136-8). Dialeto ático.

Observar a lacuna logo após o v. 1049.

ΙΦΙΓΕΝΕΙΑ  πῶς οὖν γένοιτ' ἂν ὥστε μήθ' ἡμᾶς θανεῖν  λαβεῖν θ' ἃ βουλόμεσθα; τῆιδε γὰρ νοσεῖ  νόστος πρὸς οἴκους· ἥδε βούλευσις πάρα. ΟΡΕΣΤΗΣ 1020  ἆρ' ἂν τύραννον διολέσαι δυναίμεθ' ἄν; Ιφ.δεινὸν τόδ' εἶπας, ξενοφονεῖν ἐπήλυδας. Ορ.ἀλλ' εἴ σε σώσει κἀμέ, κινδυνευτέον. Ιφ.οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ἤινεσα. Ορ.τί δ' εἴ με ναῶι τῶιδε κρύψειας λάθραι; 1025 Ιφ.ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; Ορ.κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ' ἀληθείας τὸ φῶς. Ιφ.εἴσ' ἔνδον ἱεροῦ φύλακες, οὓς οὐ λήσομεν. Ορ.οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν; Ιφ.ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. 1030 Ορ.ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. Ιφ.ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασιν. Ορ.δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. Ιφ.φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. Ορ.χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. 1035 Ιφ.ὡς οὐ θέμις σε λέξομεν θύειν θεᾶι Ορ.τίν' αἰτίαν ἔχουσ'; ὑποπτεύω τι γάρ. Ιφ.οὐ καθαρὸν ὄντα· τὸ δ' ὅσιον δώσω φόνωι. Ορ.τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ' ἁλίσκεται; Ιφ.πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι. 1040 Ορ.ἔτ' ἐν δόμοισι βρέτας ἐφ' ὧι πεπλεύκαμεν. Ιφ.κἀκεῖνο νίψειν, σοῦ θιγόντος ὡς, ἐρῶ. Ορ.ποῖ δῆτα; πόντου νοτερὸν εἶ παρ' ἔκβολον; Ιφ.οὖ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. Ορ.σὺ δ' ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας; 1045 Ιφ.ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ' ἐμοὶ μόνηι. Ορ.Πυλάδης δ' ὅδ' ἡμῖν ποῦ τετάξεται πόνου; Ιφ.ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ' ἔχων. Ορ.λάθραι δ' ἄνακτος ἢ εἰδότος δράσεις τάδε; 1049 Ιφ.πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε. 〈Ορ.  1051 Ιφ.σοὶ δὴ μέλειν χρὴ τἄλλ' ὅπως ἕξει καλῶς. 1050 Ορ.καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. 1052 Ιφ.ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε· Ορ.ἀλλ' ἀντίαζε καὶ λόγους πειστηρίους  εὕρισκ'· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. 1055  τὰ δ' ἄλλ' ἴσως ἂν πάντα συμβαίη καλῶς.