Antiphanes Comicus / Fragmentum 191

Antiph. Fr. 191 -404 / -330
tradução / grego antigo

Versos em dialeto ático, editados por Kock (1884).

ΠΟΙΗΣΙΣ

μακάριόν ἐστιν ἡ τραγῳδία
ποίημα κατὰ πάντ', εἴ γε πρῶτον οἱ λόγοι
ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
πρὶν καί τιν' εἰπεῖν· ὥσθ' ὑπομνῆσαι μόνον
δεῖ τὸν ποιητήν·  Οἰδίπουν γὰρ ἂν μόνον
φῶ, τἄλλα πάντ' ἴσασιν· ὁ πατὴρ Λάιος,
μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
τί πείσεθ' οὗτος, τί πεποίηκεν. ἂν πάλιν
εἴπηι τις Ἀλκμέωνα, καὶ τὰ παιδία
πάντ' εὐθὺς εἴρηχ', ὅτι μανεὶς ἀπέκτονεν
τὴν μητέρ', ἀγανακτῶν δ' Ἄδραστος εὐθέως
ἥξει πάλιν τ' ἄπεισι  .  .  .  .  .
ἔπειθ' ὅταν μηδὲν δύνωντ' εἰπεῖν ἔτι,
κομιδῇ δ' ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,
καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.
ἡμῖν δὲ ταῦτ' οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
εὑρεῖν, ὀνόματα καινά, τὰ διωικημένα
πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπηι
Χρέμης τις ἢ  Φείδων τις, ἐκσυρίττεται·
Πηλεῖ δὲ ταῦτ' ἔξεστι καὶ Τεύκρωι ποιεῖν.