Hesiodus Epicus / Opera et Dies 109-19

Hes. Op. 109-19
tradução / grego antigo

Passagem de Hesíodo em versos hexâmetros, baseada na edição de Evelyn-White (1914). Dialeto iônico.

χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων 110 ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες. οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾽ οὐρανῷ ἐμβασίλευεν: ὥς τε θεοὶ δ᾽ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος: οὐδέ τι δειλὸν γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι 115 τέρποντ᾽ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων: θνῇσκον δ᾽ ὥσθ᾽ ὕπνῳ δεδμημένοι: ἐσθλὰ δὲ πάντα τοῖσιν ἔην: καρπὸν δ᾽ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον: οἳ δ᾽ ἐθελημοὶ ἥσυχοι ἔργ᾽ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.