Hesiodus Epicus / Opera et Dies 286-311

Hes. Op. 286-311
tradução / grego antigo

Texto de Hesíodo em versos hexâmetros, baseado na edição de Evelyn-White (1914), sobre trabalho duro e prosperidade. Dialeto iônico.

σοὶ δ᾽ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση. τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηιδίως: λείη μὲν ὁδός, μάλα δ᾽ ἐγγύθι ναίει: τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν 290 ἀθάνατοι: μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον: ἐπὴν δ᾽ εἰς ἄκρον ἵκηται, ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ φρασσάμενος, τά κ᾽ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω: 295 ἐσθλὸς δ᾽ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται: ὃς δέ κε μήτ᾽ αὐτὸς νοέῃ μήτ᾽ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὃ δ᾽ αὖτ᾽ ἀχρήιος ἀνήρ. ἀλλὰ σύ γ᾽ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς 300 ἐχθαίρῃ, φιλέῃ δέ ς᾽ ἐυστέφανος Δημήτηρ αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν: λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί. τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, 305 οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ ἔσθοντες: σοὶ δ᾽ ἔργα φίλ᾽ ἔστω μέτρια κοσμεῖν, ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί. ἐξ ἔργων δ᾽ ἄνδρες πολύμηλοί τ᾽ ἀφνειοί τε: 309 καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν. 311 ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ᾽ ὄνειδος.