Theophrastus Philosophus / Historia Plantarum 2.1-2

Thphr. Hist. pl. 2.1-2-314
tradução / grego antigo

Texto em prosa, da edição de Amigues (1988).
Dialeto comum.

ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, ΤΟ Β

1. Αἱ γενέσεις τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν ἢ αὐτόματοι ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ παρασπάδος ἢ ἀπὸ ἀκρεμόνος ἢ ἀπὸ κλωνὸς ἢ ἀπ' αὐτοῦ τοῦ στελέχους εἰσίν, ἢ ἔτι τοῦ ξύλου κατακοπέντος εἰς μικρά· καὶ γὰρ οὕτως ἔνια φύεται. Τούτων δὲ ἡ μὲν αὐτόματος πρώτη τις, αἱ δὲ ἀπὸ σπέρματος καὶ ῥίζης φυσικώταται δόξαιεν ἄν· ὥσπερ γὰρ αὐτοματοι καὶ αὐταί, διὸ καὶ τοῖς ἀγρίοις ὑπάρχουσιν· αἱ δὲ ἄλλαι τέχνης ἤ δὴ προαιρέσεως.

2. Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους. Ἐλαία μὲν γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. Καίτοι φασί γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ σπάνιόν τι τὸ τοιοῦτον, θάτερα δὲ τὰ πολλὰ τῆς φύσεως. Συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους φύεται πάντας, ἀπὸ δὲ τῶν πρέμνων καὶ τῶν ξύλων οὐ φύεται. Μηλέα δὲ καὶ ἄπιος καὶ ἀπὸ τῶν ἀκρεμόνων σπανίως. Οὐ μὴν ἀλλὰ τά γε πολλὰ πάνθ' ὡς εἰπεῖν ἐνδέχεσθαι δοκεῖ καὶ ἀπὸ τούτων, ἑὰν λεῖοι καὶ νέοι καὶ εὐαυξεῖς ὦσιν.