Apollodorus Mythographus / Bibliotheca 3.12.6

Apollod. 3.12.6
tradução / grego antigo

Texto em prosa, dialeto comum, baseado na edição de Frazier (1921). A passagem não foi titulada pelos editores antigos.

6. ὁ δὲ Ἀσωπὸς ποταμὸς Ὠκεανοῦ καὶ Τηθύος, ὡς δὲ Ἀκουσίλαος λέγει, Πηροῦς καὶ ποσειδῶνος, ὡς δέ τινες, Διὸς καὶ Εὐρυνόμης. τούτωι Μετώπη γημαμένη Λάδωνος δὲ τοῦ ποταμοῦ θυγάτηρ αὕτη δύο μὲν παῖδας ἐγέννησεν, Ἰσμηνὸν καὶ Ελάγοντα, εἴκοσι δὲ θυγατέρας, ων μὲν μίαν Αἴγιναν ἥρπασε Ζεύς. ταύτην Ἀσωπὸς ζητῶν ηκεν εἰς Κόρινθον, καὶ μανθάνει παρὰ Σισύφου τὸν ἡρπακότα εἶναι Δία. Ζεὺς δὲ Ἀσωπὸν μὲν κεραυνώσας διώκοντα πάλιν ἐπὶ τὰ οἰκεῖα ἀπέπεμψε ῥεῖθρα διὰ τοῦτο μέχρι καὶ νῦν ἐκ τῶν τούτου ῥείθρων ἄ νθρακες φέρονται, Αἴγιναν δὲ κομίσας εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον, νῦν δὲ Αἴγιναν ἀπ' ἐκείνης κληθεῖσαν, μίγνυται, καὶ τεκνοῖ παῖδα ἐξ αὐτῆς Αἰακόν. τούτωι Ζεὺς ὄντι μόνωι ἐν τῆι νήσωι τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε. γαμεῖ δὲ Αἰακὸς Ἐνδηίδα τὴν Σκείρωνος, ἐξ ἧς αὐτῶι παῖδες ἐγένοντο Πηλεύς τε καὶ Τελαμών.