Aristophanes Comicus / Lysistrata 1-25

Ar. Lys. 1-25
tradução / grego antigo

Passagem em versos, baseada na edição de Hall & Geldart (1907). Dialeto ático.

ΛΥΣΙΣΤΡΑΤΗ   Ἀλλ' εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,  ἢ 'ς Πανὸς ἢ 'πὶ Κωλιάδ' ἢ 'ς Γενετυλλίδος,  οὐδ' ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.  νῦν δ' οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή· 5  πλὴν ἥ γ' ἐμὴ κωμῆτις ἥδ' ἐξέρχεται.  Χαῖρ' ὦ Καλονίκη. ΚΑΛΟΝΙΚΗ  Καὶ σύ γ' ὦ Λυσιστράτη.  Τί συντετάραξαι; μὴ σκυθρώπαζ' ὦ τέκνον.  Οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. Λυ.Ἀλλ' ὦ Καλονίκη κάομαι τὴν καρδίαν, 10  καὶ πόλλ' ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,  ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα  εἶναι πανοῦργοι ... Κλ.Καὶ γάρ ἐσμεν νὴ Δία. Λυ.... εἰρημένον δ' αὐταῖς ἀπαντᾶν ἐνθάδε  βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,  εὗδουσι κοὐχ ἥκουσιν. 15 Κλ.Ἀλλ' ὦ φιλτάτη  ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.  ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ' ἐκύπτασεν,  ἡ δ' οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον  κατέκλινεν, ἡ δ' ἔλουσεν, ἡ δ' ἐψώμισεν. 20 Λυ.Ἀλλ' ἕτερά τἄρ' ἦν τῶνδε προὐργιαίτερα  αὐταῖς. Κλ.Τί δ' ἐστὶν ὦ φίλη Λυσιστράτη,  ἐφ' ὅ τι ποθ' ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;  Τί τὸ πρᾶγμα; Πηλίκον τι; Λυ.Μέγα. Κλ.Μῶν καὶ παχύ; Λυ.Καὶ νὴ Δία παχύ. Κλ.Κἆιτα πῶς οὐχ ἥκομεν; 25 Λυ.Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.