Hymni Homerici / Ad Mercurium 260-77

h. Merc. 260-77
tradução / grego antigo

Passagem em versos hexâmetros com o enganador discurso de Hermes criança, de acordo com a edição de Humbert (1936). Dialeto homérico.

260 Τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ' ἱκάνεις; οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· οὐκ ἂν μηνύσαιμ', οὐκ ἂν μήνυτρον ἀροίμην· 265 οὐδὲ βοῶν ἐλατῆρι, κραταιῶι φωτί, ἔοικα. οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς σπάργανά τ' ἀμφ' ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη· 270 καί κεν δὴ μέγα θαῦμα μετ' ἀθανάτοισι γένοιτο, παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι βουσὶν ἐπ' ἀγραύλοισι· τὸ δ' ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ' ὕπο χθών. εἰ δ' ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀ μοῦμαι· 275 μὴ μὲν ἐγὼ μήτ' αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, μήτε τιν' ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.