Euripides Tragicus / Electra 54-66

E. El. 54-66 -413
tradução / grego antigo

Texto em versos, baseado na edição de Parmentier (1927). Dialeto ático.

ΗΛΕΚΤΡΑ  Ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, 55  ἐν ἧι τόδ' ἄγγος τῶιδ' ἐφεδρεῦον κάραι  φέρουσα πηγὰς ποταμίας μετέρχομαι,  οὐ δή τι χρείας ἐς τοσόνδ' ἀφιγμένη,  ἀλλ' ὡς ὗβριν δείξωμεν Αἰγίσθου θεοῖς  γόους τ' ἀφίημ' αἰθέρ' ἐς μέγαν πατρί. 60  Ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,  ἐξέβαλέ μ' οἴκων, χάριτα τιθεμένη πόσει·  τεκοῦσα δ' ἄλλους παῖδας Αἰγίσθωι πάρα  πάρεργ' Ὀρέστην κἀμὲ ποιεῖται δόμων. ΑΥΤΟΥΡΓΟΣ  Τί γὰρ τάδ', ὦ δύστην', ἐμὴν μοχθεῖς χάριν 65  πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,  καὶ ταῦτ' ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;