Euripides Tragicus / Alcestis 157-96

E. Alc. 157-96 -438
tradução / grego antigo

Texto em versos, baseado na edição de Méridier (1926). Dialeto ático.

ΘΕΡΑΠΑΙΝΑ ἃ δ' ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων. Ἐπεὶ γὰρ ἤισθεθ' ἡμέραν τὴν κυρίαν ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα 160 ἐλούσατ', ἐκ δ' ἑλοῦσα κεδρίνων δόμων ἐσθῆτα κόσμον τ' εὐπρεπῶς ἠσκήσατο, καὶ στᾶσα πρόσθεν ἑστίας κατηύξατο· Δέσποιν', ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός, πανύστατόν σε προσπίτνους' αἰτήσομαι 165 τέκν' ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην σύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν· μηδ', ὥσπερ αὐτῶν ἡ τεκοῦς' ἀπόλλυμαι, θανεῖν ἀώρους παῖδας, ἀλλ' εὐδαίμονας ἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον. 170 Πάντας δὲ βωμούς, οἳ κατ' Ἀδμήτου δόμους, προσῆλθε κἀξέστεψε καὶ προσηύξατο, πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην, ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιόν κακὸν μεθίστη χρωτὸς εὐειδῆι φύσιν. 175 Κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος, ἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε· Ὦ λέκτρον, ἔνθα παρθένει ἔλυς' ἐγώ κορεύματ' ἐκ τοῦδ' ἀνδρὸς οὗ θνήσκω πέρι, χαῖρ'· οὐ γὰρ ἐχθαίρω ς'· ἀπώλεσας δ' ἐμέ 180 μόνην· προδοῦναι γάρ ς' ὀκνοῦσα καὶ πόσιν θνήισκω. σὲ δ' ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴις δ' ἴσως· Κυνεῖ δὲ προσπίτνουσα, τᾶν δὲ δέμνιον ὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι. 185 Ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον, στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων, καὶ πολλὰ θαλάμων ἐξιοῦς' ἐπεστράφη κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν. Παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι 190 ἔκλαιον· ἣ δὲ λαμβάνους' ἐς ἀγκάλας ἠσπάζετ' ἄλλοτ' ἄλλον, ὡς θανουμένη. Πάντες δ' ἔκλαιον οἰκέται κατὰ στέγας δέσποιναν οἰκτίροντες. Ἣ δὲ δεξιάν προύτειν' ἑκάστωι, κοὔτις ἦν οὕτω κακός 195 ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν. Τοιαῦτ' ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.