Herodas Mimographus / Mimiambi 5.1-19

Herod. 5.1-19 Sæc. -III
tradução / grego antigo

Texto em versos com parte do Mimo V (ΖΗΛΟΤΥΤΟΣ), baseado da edição de Nairn e Laloy (1960). Dialeto comum.

ΒΙΤΤΙΝΑ  Λέγε μοι σύ, Γάστρων, ἥδ' ὑπερκορὴς οὕτω  ὥτ' οὐκέτ' ἀρκεῖ τἀμά σοι σκέλεα κινεῖν,  ἀλλ' Ἀμφυταίηι τῆι Μένωνος ἔγκεισαι; ΓΑΣΤΡΩΝ  Ἐγὼ Ἀμφυταίηι; τὴν λέγεις ὁρώρηκα 5  γυναῖκα; Προφάσεις πᾶσαν ἡμέρην ἕλκεις,  Βίτιννα· δοῦλός εἰμι, χρῶ ὅτι βούλει μοι  καὶ μὴ τό μευ αἷμα νύκτα κἡμέρην πῖνε. Βι.Ὅσην δὲ καὶ τὴν γλάσσαν, οὗτος, ἔσχηκας.  Κύδιλλα, ποῦ μοι Πυρρίης; κάλει μ' αὐτόν. ΠΥΡΡΙΗΣ 10  Τί ἐστί; Βι.Τοῦτον δῆσον ἀλλ' ἔθ' ἕστηκας;  τὴν ἱμανήθρην τοῦ κάδου ταχέως λύσας.  Ἣν μὴ καταικίσασα τῆι ς' ὅληι χώρηι  παράδειγμα θῶ, μᾶ, μή με θῆις γυναῖκ' εἶναι.  Ἦρ' οὐχὶ μᾶλλον Φρύξ; Ἐγὼ αἰτίη τούτων 15  ἐγῶιμι, Γάστρων, ἥ σε θεῖς' ἐν ἀνθρώποις·  ἀλλ' εἰ τότ' ἐξήμαρτον, οὐ τὰ νῦν εὖσαν  μῶραν Βίτινναν, ὡς δοκεῖς, ἔθ' εὑρήσεις.  Φέρ' εἷς σὺ, δῆσον, τὴν ἁπληγίδ' ἐκδύσας. Γα.μὴ μὴ, Βίτιννα, τῶν γε γουνάτων δεῦμαι. (...)