logo

Mimnermus Lyricus / Fr. 1

Mimn. Fr. 1
ptver
tradução

Texto em versos, baseado na edição de Falco & Coimbra, 1941; dialeto iônico. A passagem foi conservada por Estobeu (4.20.16).

Τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς αφροδίτης;    τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή·    οἷ' ἥβης ἄθεα γίγνεται ἁρπαλέα 5 ἀνδράσιν ἠδὲ γυναιξίν · ἐπεὶ δ' ὀδυνηρὸν ἐπελθηι    γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακόν ἄνδρα τιθεῖ, αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,    οὐ δ' αὐγὰς προσοπῶν τέρπεται ἠελίου, ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν 10    οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.